Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.40 Joseph. AJ 5.45 (English) >>Joseph. AJ 5.50

5.43καὶ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ τοὺς ἐν τέλει κατὰ φυλὴν ἐκλήρου. τούτου δὲ τὸ τετολμημένον ἐκ τῆς Ἰούδα φυλῆς δηλοῦντος κατὰ φατρίας πάλιν ταύτης προτίθησι τὸν κλῆρον. τὸ δʼ ἀληθὲς τοῦ κακουργήματος περὶ τὴν Ἀχάρου συγγένειαν ηὑρίσκετο. 5.44κατʼ ἄνδρα δὲ τῆς ἐξετάσεως γινομένης λαμβάνουσι τὸν Ἄχαρον· δʼ οὐκ ἔχων ἔξαρνος εἶναι τοῦ θεοῦ δεινῶς αὐτὸν ἐκπεριελθόντος ὡμολόγει τε τὴν κλοπὴν καὶ τὰ φώρια παρῆγεν εἰς μέσον. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεθεὶς ἐν νυκτὶ ταφῆς ἀτίμου καὶ καταδίκῳ πρεπούσης τυγχάνει. 5.45

Ἰησοῦς δὲ ἁγνίσας τὸν στρατὸν ἐξῆγεν ἐπὶ τὴν Ναϊὰν αὐτὸς καὶ νυκτὸς τὰ περὶ τὴν πόλιν ἐνέδραις προλοχίσας ὑπὸ τὸν ὄρθρον συμβάλλει τοῖς πολεμίοις. τῶν δὲ μετὰ θράσους αὐτοῖς διὰ τὴν προτέραν νίκην ἐπιόντων ὑποχωρεῖν προσποιησάμενος ἕλκει τῷ τρόπῳ τούτῳ μακρὰν αὐτοὺς τῆς πόλεως διώκειν οἰομένους καὶ ὡς ἐπὶ νίκῃ καταφρονοῦντας. 5.46ἔπειτʼ ἀναστρέψας τὴν δύναμιν κατὰ πρόσωπον αὐτοῖς ποιεῖ, σημεῖά τε δοὺς πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνετέτακτο κἀκείνους ἐπὶ τὴν μάχην ἐξανίστησιν. οἱ δʼ εἰσεπήδων εἰς τὴν πόλιν τῶν ἔνδον περὶ τοῖς τείχεσιν ὄντων, ἐνίων δὲ καὶ πρὸς θέαν τῶν ἔξω τὴν γνώμην περισπωμένων. 5.47καὶ οἱ μὲν τὴν πόλιν ᾕρουν καὶ πάντας τοὺς ἐντυγχάνοντας ἔκτεινον, Ἰησοῦς δὲ τοὺς προσελθόντας εἰς χεῖρας βιασάμενος φυγεῖν τρέπεται, συνελαυνόμενοι δὲ ὡς εἰς ἀκέραιον τὴν πόλιν ἐπεὶ καὶ ταύτην ἐχομένην ἑώρων καὶ καταπιμπραμένην ὁμοῦ γυναιξὶ καὶ τέκνοις κατέλαβον, διὰ τῶν ἀγρῶν σκεδασθέντες καὶ ἀμύνειν αὐτοῖς ὑπὸ μονώσεως οὐ δυνάμενοι .



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.40 Joseph. AJ 5.45 (English) >>Joseph. AJ 5.50

Powered by PhiloLogic